Τετάρτη, 31 Δεκεμβρίου 2008

ΥΜΝΟΣ ΕΙΣ ΕΚΑΤΗΝ

Εινοδίαν Εκάτην κλήιζω, τριοδίτιν, εραννήν,
ουρανίαν χθονίαν τε και ειναλίαν, κροκόπεπλον,
τυμβιδίαν, ψυχαίς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, αγαλλομένην ελάφοισι,
νυκτερίαν, σκυλακίτιν, αμαιμάκετον βασίλειαν,
θηρόβρομον, άζωστον, απρόσμαχον είδος έχουσαν,
ταυροπόλον, παντός κόσμου κληιδούχον άνασσαν,
ηγεμόνην, νύμφην, κουροτρόφον, ουρεσιφοίτιν,
λισσόμενος κούρην τελεταίς οσίαισι παρείναι
βουκόλωι ευμενέουσαν αεί κεχαρηότι θυμώι.